Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.239 Joseph. AJ 14.243 (English) >>Joseph. AJ 14.249

14.242ἵνα τά τε σάββατα αὐτοῖς ἐξῇ ἄγειν καὶ τὰ λοιπὰ ἱερὰ ἐπιτελεῖν κατὰ τοὺς πατρίους νόμους, ὅπως τε μηδεὶς αὐτοῖς ἐπιτάσσῃ διὰ τὸ φίλους αὐτοὺς ἡμετέρους εἶναι καὶ συμμάχους, ἀδικήσῃ τε μηδὲ εἷς αὐτοὺς ἐν τῇ ἡμετέρᾳ ἐπαρχίᾳ, ὡς Τραλλιανῶν τε ἀντειπόντων κατὰ πρόσωπον μὴ ἀρέσκεσθαι τοῖς περὶ αὐτῶν δεδογμένοις ἐπέταξας ταῦτα οὕτως γίνεσθαι· παρακεκλῆσθαι δέ σε, ὥστε καὶ ἡμῖν γράψαι περὶ αὐτῶν. 14.243ἡμεῖς οὖν κατακολουθοῦντες τοῖς ἐπεσταλμένοις ὑπὸ σοῦ τήν τε ἐπιστολὴν τὴν ἀποδοθεῖσαν ἐδεξάμεθα καὶ κατεχωρίσαμεν εἰς τὰ δημόσια ἡμῶν γράμματα καὶ περὶ τῶν ἄλλων ὧν ἐπέσταλκας προνοήσομεν, ὥστε μηδὲν μεμφθῆναι. 14.244

Πόπλιος Σερουίλιος Ποπλίου υἱὸς Γάλβας ἀνθύπατος Μιλησίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. 14.245Πρύτανις Ἑρμοῦ υἱὸς πολίτης ὑμέτερος προσελθών μοι ἐν Τράλλεσιν ἄγοντι τὴν ἀγόραιον ἐδήλου παρὰ τὴν ἡμετέραν γνώμην Ἰουδαίοις ὑμᾶς προσφέρεσθαι καὶ κωλύειν αὐτοὺς τά τε σάββατα ἄγειν καὶ τὰ ἱερὰ τὰ πάτρια τελεῖν καὶ τοὺς καρποὺς μεταχειρίζεσθαι, καθὼς ἔθος ἐστὶν αὐτοῖς, αὐτόν τε κατὰ τοὺς νόμους εὐθυνκέναι τὸ δίκαιον ψήφισμα. 14.246βούλομαι οὖν ὑμᾶς εἰδέναι, ὅτι διακούσας ἐγὼ λόγων ἐξ ἀντικαταστάσεως γενομένων ἐπέκρινα μὴ κωλύεσθαι Ἰουδαίους τοῖς αὐτῶν ἔθεσι χρῆσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.239 Joseph. AJ 14.243 (English) >>Joseph. AJ 14.249

Powered by PhiloLogic